ΒΑΣΙΛΕΙΩΝ Γ΄

Κεφάλαιο 1

ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. 2 καὶ εἶπον οἱ παῖδες αὐτοῦ· ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσαν καὶ κοιμηθήσεται μετ᾿ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς. 3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου ᾿Ισραὴλ καὶ εὗρον τὴν ᾿Αβισὰγ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. 4 καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.

5 Καὶ ᾿Αδωνίας υἱὸς ᾿Αγγὶθ ἐπῄρετο λέγων· ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων· διατὶ σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω ᾿Αβεσσαλώμ. 7 καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ ᾿Ιωὰβ τοῦ υἱοῦ Σαρουΐας καὶ μετὰ ᾿Αβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω ᾿Αδωνίου· 8 καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ Νάθαν ὁ προφήτης καὶ Σεμεΐ καὶ Ρησὶ καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυὶδ οὐκ ἦσαν ὀπίσω ᾿Αδωνίου. 9 καὶ ἐθυσίασεν ᾿Αδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας παρὰ τὸν λίθον τοῦ Ζωελεθί, ὃς ἦν ἐχόμενα τῆς Ρωγήλ, καὶ ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς ᾿Ιούδα παῖδας τοῦ βασιλέως· 10 καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατούς, καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσε.

11 Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν λέγων· οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν ᾿Αδωνίας υἱὸς ᾿Αγγίθ; καὶ ὁ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω. 12 καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών. 13 δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα· οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν ᾿Αδωνίας; 14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου. 15 καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸ ταμιεῖον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ ᾿Αβισὰγ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ. 16 καὶ ἔκυψε Βηρσαβεὲ καὶ προσεκύνησε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς· τί ἔστι σοι; 17 ἡ δὲ εἶπε· κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου λέγων· ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου. 18 καὶ νῦν ἰδοὺ ᾿Αδωνίας ἐβασίλευσε, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως· 19 καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ᾿Αβιάθαρ τὸν ἱερέα καὶ ᾿Ιωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσε. 20 καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς ᾿Ισραὴλ πρός σε. ἀπάγγειλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν. 21 καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱὸς μου ἁμαρτωλοί. 22 καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Νάθαν ὁ προφήτης ἦλθε. 23 καὶ ἀνηγγέλη τῷ βασιλεῖ· ἰδοὺ Νάθαν ὁ προφήτης· καὶ εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησε τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 24 καὶ εἶπε Νάθαν· κύριέ μου βασιλεῦ, σὺ εἶπας ᾿Αδωνίας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου; 25 ὅτι κατέβη σήμερον καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ᾿Αβιάθαρ τὸν ἱερέα, καὶ ἰδοὺ εἰσὶν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν· ζήτω ὁ βασιλεὺς ᾿Αδωνίας. 26 καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν ᾿Ιωδαὲ καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. 27 εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονε τὸ ρῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν; 28 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Δαυὶδ καὶ εἶπε· καλέσατέ μοι τὴν Βηρσαβεέ· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ. 29 καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπε· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 30 ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ ᾿Ισραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾿ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. 31 καὶ ἔκυψε Βηρσαβεὲ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησε τῷ βασιλεῖ καὶ εἶπε· ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυὶδ εἰς τὸν αἰῶνα. 32 καὶ εἶπεν ὁ βασιλεὺς Δαυίδ· καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν υἱὸν ᾿Ιωδαέ· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως, 33 καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς· λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾿ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γιών, 34 καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε· ζήτω ὁ βασιλεὺς Σαλωμών. 35 καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ᾿ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδαν. 36 καὶ ἀπεκρίθη Βαναίας υἱὸς ᾿Ιωδαὲ τῷ βασιλεῖ καὶ εἶπε· γένοιτο οὕτως· πιστώσαι Κύριος ὁ Θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως. 37 καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμὼν καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυίδ. 38 καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γιών. 39 καὶ ἔλαβε Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισε τὸν Σαλωμὼν καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπε πᾶς ὁ λαός· ζήτω ὁ βασιλεὺς Σαλωμών. 40 καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν.

41 Καὶ ἤκουσεν ᾿Αδωνίας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν ᾿Ιωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπε· τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης; 42 ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ ᾿Ιωνάθαν υἱὸς ᾿Αβιάθαρ τοῦ ἱερέως εἰσῆλθε, καὶ εἶπεν ᾿Αδωνίας· εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι. 43 καὶ ἀπεκρίθη ᾿Ιωνάθαν καὶ εἶπε· καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυὶδ ἐβασίλευσε τὸν Σαλωμών· 44 καὶ ἀπέστειλε μετ᾿ αὐτοῦ ὁ βασιλεὺς τὸν Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν τὸν υἱὸν ᾿Ιωδαὲ καὶ τὸν Χερεθὶ καὶ τὸν Φελεθὶ καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· 45 καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης ἐν τῇ Γιών, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε. 46 καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνον βασιλείας, 47 καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυὶδ λέγοντες· ἀγαθύναι ὁ Θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην, 48 καί γε οὕτως εἶπεν ὁ βασιλεύς· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.

49 Καὶ ἐξέστησαν πάντες οἱ κλητοὶ τοῦ ᾿Αδωνίου καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ. 50 καὶ ᾿Αδωνίας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμὼν καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου. 51 καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες· ἰδοὺ ᾿Αδωνίας ἐφοβήθη τὸν βασιλέα Σαλωμὼν καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων· ὀμοσάτω μοι σήμερον Σαλωμών, εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ρομφαίᾳ. 52 καὶ εἶπε Σαλωμών· ἐὰν γένηται εἰς υἱὸν δυνάμεων, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται. 53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ κατήνεγκαν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθε καὶ προσεκύνησε τῷ βασιλεῖ Σαλωμών, καὶ εἶπεν αὐτῷ Σαλωμών· δεῦρο εἰς τὸν οἶκόν σου.

Κεφάλαιο 2

ΚΑΙ ἤγγισαν αἱ ἡμέραι Δαυὶδ ἀποθανεῖν αὐτόν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ λέγων· 2 ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα. 3 καὶ φυλάξεις φυλακὴν Κυρίου Θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν τῶ νόμῳ Μωυσέως· ἵνα συνήσῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, 4 ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησε λέγων· ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν λέγων· οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου ᾿Ισραήλ. 5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι ᾿Ιωὰβ υἱὸς Σαρουΐας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων ᾿Ισραήλ, τῷ ᾿Αβεννὴρ υἱῷ Νὴρ καὶ τῷ ᾿Αμεσσαΐ υἱῷ ᾿Ιεθέρ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῶ ποδὶ αὐτοῦ· 6 καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου· 7 καὶ τοῖς υἱοῖς Βερζελλὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου ᾿Αβεσσαλὼμ τοῦ ἀδελφοῦ σου. 8 καὶ ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ ᾿Ιεμενὶ ἐκ Βαουρίμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν ᾿Ιορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ λέγων· εἰ θανατώσω σε ἐν ρομφαίᾳ· 9 καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. 10 καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ. 11 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσε Δαυὶδ ἐπὶ τὸν ᾿Ισραὴλ τεσσαράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἑπτὰ ἔτη καὶ ἐν ῾Ιερουσαλὴμ τριακοντατρία ἔτη.

12 Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα. 13 καὶ εἰσῆλθεν ᾿Αδωνίας υἱὸς ᾿Αγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ. ἡ δὲ εἶπεν· εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν· εἰρήνη· 14 λόγος μοι πρός σε· καὶ εἶπεν αὐτῷ· λάλησον. 15 καὶ εἶπεν αὐτῇ· σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία καὶ ἐπ᾿ ἐμὲ ἔθετο πᾶς ᾿Ισραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα, καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ· 16 καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσαβεέ· λάλει. 17 καὶ εἶπεν αὐτῇ· εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν ᾿Αβισὰγ τὴν Σωμανῖτιν εἰς γυναῖκα. 18 καὶ εἶπε Βηρσαβεέ· καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ. 19 καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ ᾿Αδωνίου. καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου, καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ. 20 καὶ εἶπεν αὐτῷ· αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· αἴτησαι, μῆτερ ἐμή, καὶ οὐκ ἀποστρέψω σε. 21 καὶ εἶπε· δοθήτω δὴ ᾿Αβισὰγ ἡ Σωμανῖτις τῷ ᾿Αδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα. 22 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· καὶ ἱνατί σὺ ᾔτησαι τὴν ᾿Αβισὰγ τῷ ᾿Αδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ ᾿Αβιάθαρ ὁ ἱερεὺς καὶ αὐτῷ ᾿Ιωὰβ υἱὸς Σαρουΐας ἀρχιστράτηγος ἑταῖρος. 23 καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν ᾿Αδωνίας τὸν λόγον τοῦτον· 24 καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοίμασέ με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον, καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται ᾿Αδωνίας. 25 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ ᾿Ιωδαὲ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν ᾿Αδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

26 Καὶ τῷ ᾿Αβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς· ἀπότρεχε σὺ εἰς ᾿Αναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν, οἷς ἐκακουχήθη ὁ πατήρ μου. 27 καὶ ἐξέβαλε Σαλωμὼν τὸν ᾿Αβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον ῾Ηλὶ ἐν Σηλώμ. 28 καὶ ἡ ἀκοὴ ἦλθεν ἕως ᾿Ιωὰβ υἱοῦ Σαρουΐας (ὅτι ᾿Ιωὰβ ἦν κεκλικὼς ὀπίσω ᾿Αδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε), καὶ ἔφυγεν ᾿Ιωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου. 29 καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι πέφυγεν ᾿Ιωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς ᾿Ιωὰβ λέγων· τί γέγονέ σοι, ὅτι πέφυγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν ᾿Ιωάβ· ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν ᾿Ιωδαὲ λέγων· πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν. 30 καὶ ἦλθε Βαναίας υἱὸς ᾿Ιωδαὲ πρὸς ᾿Ιωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ εἶπεν αὐτῷ· τάδε λέγει ὁ βασιλεύς· ἔξελθε. καὶ εἶπεν ᾿Ιωάβ· οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι. καὶ ἐπέστρεψε Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ εἶπε τῷ βασιλεῖ λέγων· τάδε λελάληκεν ᾿Ιωὰβ καὶ τάδε ἀποκέκριταί μοι. 31 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, ὃ δωρεὰν ἐξέχεεν ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου· 32 καὶ ἐπέστεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ρομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν ᾿Αβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον ᾿Ισραὴλ καὶ τὸν ᾿Αμεσσὰ υἱὸν ᾿Ιεθὲρ ἀρχιστράτηγον ᾿Ιούδα· 33 καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου. 34 καὶ ἀνέβη Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ ἀπήντησε αὐτῷ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ. 35 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν ᾿Ιωδαὲ ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν ῾Ιερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ ᾿Αβιάθαρ.

35α Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 35β καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. 35γ καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ. καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε. 35δ καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδας αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει. 35ε καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. 35ζ καὶ ᾠκοδόμησε τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψε τὴν πόλιν Δαυίδ· οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν. 35η καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. 35θ καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. 35ι καὶ ᾠκοδόμησε τὴν ᾿Ασσοὺρ καὶ τὴν Μαγδὼ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἐπάνω καὶ τὰ Βααλάθ· 35κ πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας. 35λ καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῆν ἐνετείλατο τῷ Σαλωμὼν λέγων· ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ ᾿Ιεμενὶ ἐκ Χεβρών· 35μ οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, 35ν καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντὴν μοι ἐπὶ τὸν ᾿Ιορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου λέγων· εἰ θανατωθήσεται ἐν ρομφαίᾳ· 35ξ καὶ νῦν μὴ ἀθωώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.

36 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεΐ καὶ εἶπεν αὐτῷ· οἰκοδόμησον σεαυτῷ οἶκον ἐν ῾Ιερουσαλὴμ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ· 37 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 38 καὶ εἶπε Σεμεΐ πρὸς τὸν βασιλέα· ἀγαθὸν τὸ ρῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισε Σεμεΐ ἐν ῾Ιερουσαλὴμ τρία ἔτη. 39 καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεΐ πρὸς ᾿Αγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ, καὶ ἀπηγγέλη τῷ Σεμεΐ λέγοντες· ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ. 40 καὶ ἀνέστη Σεμεΐ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς ᾿Αγχοὺς τοῦ ἐκζητῆσαι τοὺ δούλους αὐτοῦ, καὶ ἐπορεύθη Σεμεΐ καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ. 41 καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι ἐπορεύθη Σεμεΐ ἐξ ῾Ιερουσαλὴμ εἰς Γέθ, καὶ ἀπέστρεψε τοὺς δούλους αὐτοῦ, 42 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσε τὸν Σεμεΐ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ὥρκισά σε κατὰ τοῦ Κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων· ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ ῾Ιερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ; 43 καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ; 44 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεΐ· σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου· 45 καὶ ὁ βασιλεὺς Σαλωμὼν εὐλογημένος, καὶ ὁ θρόνος Δαυὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα. 46 καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ ᾿Ιωδαέ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτὸν καὶ ἀπέθανε.

46α Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα, καὶ σοφός, καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες. 46β καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 46γ καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, 46δ καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμω. 46ε καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων· 46ζ ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφὶ ἕως Γάζης, ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ· 46η καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει ᾿Ιούδα καὶ ᾿Ισραὴλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών. 46θ καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· ᾿Αζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως καὶ ᾿Ορνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων καὶ ᾿Εδρὰμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβὰ γραμματεὺς καὶ Βασὰ υἱὸς ᾿Αχιθαλὰμ ἀναμιμνήσκων καὶ ᾿Αβὶ υἱὸς ᾿Ιωὰβ ἀρχιστράτηγος καὶ ᾿Αχιρὲ υἱὸς ᾿Εδραΐ ἐπὶ τὰς ἄρσεις καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου καὶ Ζαχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος. 46ι καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἵππων. 46κ καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 46λ καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδα ἐν ῾Ιερουσαλήμ.

Κεφάλαιο 3

* 2 ΠΛΗΝ ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ Κυρίῳ ἕως τοῦ νῦν. 3 καὶ ἠγάπησε Σαλωμὼν τὸν Κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία. 4 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών. 5 καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμών· αἴτησαί τι αἴτημα σεαυτῷ. 6 καὶ εἶπεν Σαλωμών· σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη· 7 καὶ νῦν, Κύριε ὁ Θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου, 8 ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολύν, ὃς οὐκ ἀριθμηθήσεται. 9 καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοῦ συνιεῖν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον; 10 καὶ ἤρεσεν ἐνώπιον Κυρίου, ὅτι ᾐτήσατο Σαλωμὼν τὸ ρῆμα τοῦτο, 11 καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνθ᾿ ὧν ᾐτήσω παρ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ᾿ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα, 12 ἰδοὺ πεποίηκα κατὰ τὸ ρῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι. 13 καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσι· 14 καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου. 15 καὶ ἐξυπνίσθη Σαλωμών, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς ῾Ιερουσαλὴμ καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σιὼν καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησε πότον μέγα ἑαυτῷ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ.

16 Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. 17 καὶ εἶπεν ἡ γυνὴ μία· ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη ᾠκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. 18 καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, ἔτεκε καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾿ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. 19 καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾿ αὐτόν· 20 καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. 21 καὶ ἀνέστην τὸ πρωΐ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον. 22 καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως. 23 καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· σὺ λέγεις· οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. καὶ σὺ λέγεις· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς. 24 καὶ εἶπεν ὁ βασιλεύς· λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. 25 καὶ εἶπεν ὁ βασιλεύς· διέλετε τὸ παιδίον τὸ ζῶν τὸ θηλάζον εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ. 26 καὶ ἀπεκρίθη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· καὶ αὕτη εἶπε· μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω, διέλετε. 27 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε· δότε τὸ παιδίον τῇ εἰπούσῃ· δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη ἡ μήτηρ αὐτοῦ. 28 καὶ ἤκουσαν πᾶς ᾿Ισραὴλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.

——————————————

* 1 Τῆς δὲ βασιλείας ἑδρασθείσης ἐν χειρὶ Σαλωμὼν ἐπιγαμίαν ἐποιήσατο Σαλωμὼν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυίδ, ἕως οὗ συνετέλεσεν οἰκοδομῶν τὸν οἶκον ἑαυτοῦ καὶ τὸν οἶκον Κυρίου καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ.

Κεφάλαιο 4

ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ ᾿Ισραήλ. 2 καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. ᾿Αζαρίας υἱὸς Σαδὼκ 3 καὶ ᾿Ελιαρὲφ καὶ ᾿Αχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλὶδ ἀναμιμνήσκων 4 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς 5 καὶ ᾿Ορνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως 6 καὶ ᾿Αχιὴλ ἦν οἰκονόμος καὶ ᾿Ελιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ ᾿Αδωνιρὰμ υἱὸς ᾿Εφρὰ ἐπὶ τῶν φόρων. 7 καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα ᾿Ισραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. 8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει ᾿Εφραίμ, εἷς· 9 υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς· 10 υἱὸς ᾿Εσδὶ ἐν ᾿Αραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ ᾿Οφέρ· 11 Χαναδὰβ καὶ ᾿Αναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς· 12 Βαανὰ υἱὸς ᾿Αχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ ᾿Εσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς· 13 υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα ᾿Ερεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς· 14 ᾿Αχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς· 15 ᾿Αχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς· 16 Βαανᾶ υἱὸς Χουσὶ ἐν ᾿Ασὴρ καὶ ἐν Βααλώθ, εἷς· 17 Σαμαὰ υἱὸς ᾿Ηλὰ ἐν τῷ Βενιαμίν· 18 Γαβὲρ υἱὸς ᾿Αδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ ᾿Εσεβὼν καὶ ῍Ωγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ ᾿Ιούδα· 19 ᾿Ιωσαφὰτ υἱὸς Φουασοὺδ ἐν ᾿Ισσάχαρ.*

——————————————

* 20 Καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.

Κεφάλαιο 5

*ΚΑΙ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμὼν καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον· 2 καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου. 3 καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων ἐκλεκτῶν, σιτευτά· 4 ὅτι ἦν ἄρχων πέραν ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.

5 Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 10 καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου 11 καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρείτην καὶ τὸν Αἰνὰν καὶ τὸν Χαλκὰλ καὶ Δαρδὰ υἱοὺς Μάλ. 12 καὶ ἐλάλησε Σαλωμὼν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι. 13 καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. 14 καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμὼν καὶ ἐλάμβανε δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ.

14α Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὐτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος ῾Ιερουσαλήμ. 14β τότε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζὲρ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ, καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών, καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ.

15 Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμὼν ἀντὶ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιρὰμ τὸν Δαυὶδ πάσας τὰς ἡμέρας. 16 καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ λέγων· 17 σὺ οἶδας τὸν πατέρα μου Δαυὶδ ὅτι οὐκ ἠδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι Κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ. 18 καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν. 19 καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, καθὼς ἐλάλησε Κύριος ὁ Θεὸς πρὸς Δαυὶδ τὸν πατέρα μου, λέγων· ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἴκον τῷ ὀνόματί μου. 20 καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι. 21 καὶ ἐγενήθη καθὼς ἤκουσε Χιρὰμ τῶν λόγων Σαλωμών, ἐχάρη σφόδρα καὶ εἶπεν· εὐλογητὸς ὁ Θεὸς σήμερον, ὃς ἔδωκε τῷ Δαυὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον 22 καὶ ἀπέστειλε πρὸς Σαλωμὼν λέγων· ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα· 23 οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου, τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου. 24 καὶ ἦν Χιρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πεύκας καὶ πᾶν θέλημα αὐτοῦ. 25 καὶ Σαλωμὼν ἔδωκε τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χιρὰμ κατ᾿ ἐνιαυτόν. 26 καὶ Κύριος ἔδωκε σοφίαν τῷ Σαλωμών, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιρὰμ καὶ ἀνὰ μέσον Σαλωμών, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον αὐτῶν. 27 καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς ᾿Ισραήλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν. 28 καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ ᾿Αδωνιρὰμ ἐπὶ τοῦ φόρου. 29 καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει, 30 χωρὶς τῶν ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῷ Σαλωμών, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα. 32 καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.

——————————————

* 1 Καὶ Σαλωμὼν ἦν ἐξουσιάζων ἐν πᾶσι τοῖς βασιλείοις ἀπὸ τοῦ ποταμοῦ γῆς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου προσεγγίζοντες δῶρα καὶ δουλεύοντες τῷ Σαλωμὼν πάσας ἡμέρας ζωῆς αὐτοῦ.

Κεφάλαιο 6

ΚΑΙ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν ᾿Ισραήλ, (Κεφ. Ε´ 31 ) 1α καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα αἴρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους. (Κεφ. Ε´ 32 ) 1β καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν καὶ οἱ υἱοὶ Χιρὰμ καὶ ἔβαλαν αὐτούς. 1γ ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Νισώ, καὶ τῷ δευτέρῳ μηνὶ 1δ ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνὶ Βαὰλ (οὗτος ὁ μὴν ὁ ὄγδοος) συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ. 2 καὶ ὁ οἶκος, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ Κυρίῳ, τεσσαράκοντα ἐν πήχει μῆκος αὐτοῦ καὶ εἴκοσιν ἐν πήχει πλάτος αὐτοῦ καὶ πέντε καὶ εἴκοσιν ἐν πήχει τὸ ὕψος αὐτοῦ. 3 καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσιν ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτοῦ κατὰ πρόσωπον τοῦ οἴκου. καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν. 4 καὶ ἐποίησε τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς. 5 καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβὶρ καὶ ἐποίησε πλευρὰς κυκλόθεν. 6 ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκε τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου. 7 καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη, καὶ σφῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν. 8 καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα, 9 καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησε τὸν οἶκον κέδροις. 10 καὶ ᾠκοδόμησε τοὺς ἐνδέσμους δι᾿ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχε τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις.* 15 καὶ ᾠκοδόμησε τοὺς τοίχους τοῦ οἴκου ἔσωθεν διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν τοίχων καὶ ἕως τῶν δοκῶν· ἐκοιλοστάθμησε συνεχόμενα ξύλοις ἔσωθεν καὶ περιέσχε τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις. 16 καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις ἀπ᾿ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησε ἐκ τοῦ δαβὶρ εἰς τὸ ἅγιον τῶν ἁγίων. 17 καὶ τεσσαράκοντα πήχεων ἦν ὁ ναὸς** 19 κατὰ πρόσωπον τοῦ δαβὶρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης Κυρίου. 20 εἴκοσι πήχεις μῆκος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ, καὶ παριέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένῳ. καὶ ἐποίησε θυσιαστήριον* 21 κατὰ πρόσωπον τοῦ δαβίρ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ. 22 καὶ ὅλον τὸν οἶκον περιέσχε χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου** 23 καὶ ἐποίησεν ἐν τῷ δαβὶρ δύο Χερουβὶμ δέκα πήχεων μέγεθος ἐσταθμωμένον. 24 καὶ πέντε πήχεων πτερύγιον τοῦ Χερουβὶμ τοῦ ἑνὸς καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ· 25 οὕτως τῷ Χερουβὶμ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις. 26 καὶ τὸ ὕψος τοῦ Χεροὺβ τοῦ ἑνὸς δέκα ἐν πήχει, καὶ οὕτω τῷ Χεροὺβ τῷ δευτέρῳ. 27 καὶ ἀμφότερα τὰ Χερουβὶμ ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασε τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ Χεροὺβ τοῦ δευτέρου ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος. 28 καὶ περιέσχε τὰ Χερουβὶμ χρυσίῳ. 29 καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψε γραφίδι Χερουβίμ, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ. 30 καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχε χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου. 31 καὶ τῷ θυρώματι τοῦ δαβὶρ ἐποίησε θύρας ξύλων ἀρκευθίνων εἰς φλιὰς πενταπλᾶς 32 καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὸν ἐπ᾿ αὐτῶν ἐγκεκολαμμένα Χερουβὶμ καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχε χρυσίῳ καὶ κατέβαινεν ἐπὶ τὰ Χερουβὶμ καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον. 33 καὶ οὕτως ἐποίησε τῷ πυλῶνι τοῦ ναοῦ, φλιαὶ ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς. 34 καὶ ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμενα· 35 ἐγκεκολαμμένα Χερουβὶμ καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν. 36 καὶ ᾠκοδόμησε τὴν αὐλὴν τὴν ἐσωτάτην τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν. 36α καὶ ᾠκοδόμησε τὸ καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ.

——————————————

* 11 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαλωμὼν λέγων· 12 ὁ οἶκος οὗτος, ὃν σὺ οἰκοδομεῖς, ἐὰν ὁδεύῃς τοῖς προστάγμασί μου καὶ τὰ κρίματά μου ποιῇς καὶ φυλάσσῃς πάσας τὰς ἐντολάς μου ἀναστρέφεσθαι ἐν αὐταῖς, στήσω τὸν λόγον μου, ὃν ἐλάλησα πρὸς Δαυὶδ τὸν πατέρα σου 13 καὶ κατασκηνώσω ἐν μέσῳ υἱῶν ᾿Ισραὴλ καὶ οὐκ ἐγκαταλείψω τὸν λαόν μου ᾿Ισραήλ. 14 καὶ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον καὶ συνετέλεσε αὐτόν.

** ὁ ἐσώτατος 18 καὶ διὰ κέδρου πρὸς τὸν οἶκον ἔσω πλοκὴν ἐπαναστήσεις καὶ πέταλον καὶ ἀνάγλυφα πάντα κέδρινα οὐκ ἐφαίνετο λίθος.

* κέδρου 21 καὶ περιεπύλωσε Σαλωμὼν τὸν οἶκον ἔνδοθεν χρυσίῳ ἀποκλειστῷ καὶ παρήγαγεν ἐν καθηλώμασι χρυσίου.

** καὶ ὅλον τὸ ἔσω τοῦ δαβὶρ ἐπετάλωσε χρυσίῳ.

Κεφάλαιο 7

ΚΑΙ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ ἔλαβε τὸν Χιρὰμ ἐκ Τύρου, 2 υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμὼν καὶ ἐποίησε πάντα τὰ ἔργα. 3 καὶ ἐχώνευσε τοὺς δύο στήλους τῷ αἰλὰμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τεσσαρεσκαίδεκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα, καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος. 4 καὶ δύο ἐπιθέματα ἐποίησε δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου. 5 καὶ ἐποίησε δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ. 6 καὶ ἔργον κρεμαστόν, δύο στίχοι ροῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησε τῷ ἐπιθέματι τῷ δευτέρῳ. 7 καὶ ἔστησε τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ· καὶ ἔστησε τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιαχούμ· καὶ ἔστησε τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Βαάς. 8 καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν. 9 καὶ μέλαθρον ἐπ᾿ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει. 10 καὶ ἐποίησε τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν. 11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν, δέκα ἐν πήχει κυκλόθεν 12 καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής. 13 καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν, καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπ᾿ αὐτῶν ἐπάνωθεν. 14 καὶ ἐποίησε δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις τὸ πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει τὸ ὕψος αὐτῆς. 15 καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνὼθ συγκλειστὸν αὐτοῖς, καὶ συγκλειστὸν ἀνὰ μέσον τῶν ἐξεχομένων. 16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ Χερουβίμ, καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως· καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως 17 καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων. 18 καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνώθ, καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους. 19 καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν, τὰ πάντα χωνευτά. 20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὼθ τῆς μιᾶς, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς. 21 καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μέγεθος αὐτῆς στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ, καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς, καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς. 22 καὶ τὰ συγκλείσματα αὐτῆς Χερουβὶμ καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν. 23 κατ᾿ αὐτὴν ἐποίησε πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον ἐν πάσαις. 24 καὶ ἐποίησε δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν ἕνα χυτρόκαυλον μετρήσει τεσσάρων πηχῶν· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνὼθ τῆς μιᾶς ταῖς δέκα μεχωνώθ. 25 καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ᾿ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου. 26 καὶ ἐποίησε Χιρὰμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας, καὶ συνετέλεσε Χιρὰμ ποιῶν πάντα τὰ ἔργα, ἃ ἐποίησε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου, 27 στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων, 28 τὰς ροὰς τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ροῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπτὰ τῆς μεχωνὼθ ἐπ᾿ ἀμφοτέροις τοῖς στύλοις, 29 καὶ τὰ μεχωνὼθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνὼθ 30 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης 31 καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησε Χιρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῳ Κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἃ ἐποίησε Χιράμ, χαλκᾶ ἄρδην· 32 οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ, οὗ ἐποίησε πάντα τὰ ἔργα ταῦτα, ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν τοῦ χαλκοῦ. 33 ἐν τῷ περιοίκῳ τοῦ ᾿Ιορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Σειρά. 34 καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη, ἃ ἐποίησεν, ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν, ἐφ᾿ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς, χρυσῆν, 35 καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβίρ, χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς 36 καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρυβλία καὶ αἱ θυΐσκαι χρυσαῖ, σύγκλειστα, καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου, ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυσᾶς. 37 καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον, ὃ ἐποίησε Σαλωμὼν οἴκου Κυρίου, καὶ εἰσήνεγκε Σαλωμὼν τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμών, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη, ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου.

38 Καὶ τὸν οἶκον ἑαυτῷ ᾠκοδόμησε Σαλωμὼν τρισκαίδεκα ἔτεσι. 39 καὶ ᾠκοδόμησε τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις. 40 καὶ ἐφάτνωσε τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων, καὶ ὁ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε ὁ στίχος· 41 καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς· 42 καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς. 43 καὶ τὸ αἰλὰμ τῶν στύλων πεντήκοντα μῆκος καὶ πεντήκοντα ἐν πλάτει, ἐζυγωμένα, αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμμίμ. 44 καὶ τὸ αἰλὰμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου. 45 καὶ ὁ οἶκος αὐτῶν, ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραώ, ἣν ἔλαβε Σαλωμών, κατὰ τὸ αἰλὰμ τοῦτο. 46 πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην 47 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσι καὶ τοῖς ὀκταπήχεσι, 48 καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις. 49 τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου. καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.

Κεφάλαιο 8

ΚΑΙ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ μετὰ εἴκοσιν ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους ᾿Ισραὴλ ἐν Σιὼν τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ (αὕτη ἐστὶ Σιὼν) 2 ἐν μηνὶ ᾿Αθανίν. 3 καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν 4 καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου, 5 καὶ ὁ βασιλεὺς καὶ πᾶς ᾿Ισραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα. 6 καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ· 7 ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν, 8 καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβὶρ καὶ οὐκ ὠπτάνοντο ἔξω. 9 οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος μετὰ τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 10 καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον· 11 καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

14 Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα ᾿Ισραήλ, καὶ πᾶσα ἐκκλησία ᾿Ισραὴλ εἱστήκει· 15 καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραὴλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσε λέγων· 16 ἀφ᾿ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ ᾿Ισραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ. καὶ ἐξελεξάμην ἐν ῾Ιερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν ᾿Ισραήλ. 17 καὶ ἐγένετο ἐπὶ τῆς καρδίας τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 18 καὶ εἶπε Κύριος πρὸς Δαυὶδ τὸν πατέρα μου· ἀνθ᾿ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου· 19 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ᾿ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 20 καὶ ἀνέστησε Κύριος τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησε, καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου ᾿Ισραήλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 21 καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

22 Καὶ ἀνέστη Σαλωμὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας ᾿Ισραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, 23 καὶ εἶπε· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ, 24 ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου· καὶ γὰρ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσί σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη. 25 καὶ νῦν, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, φύλαξον τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων· οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου ᾿Ισραήλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιόν μου, καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ. 26 καὶ νῦν, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, πιστωθήτω δὴ τὸ ρῆμά σου τῷ Δαυὶδ τῷ πατρί μου. 27 ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; 28 καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρός σε σήμερον, 29 τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας· ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. 30 καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου ᾿Ισραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ. 31 ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ᾿ αὐτὸν ἀρὰν τοῦ ἀράσασθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ, 32 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου ᾿Ισραὴλ ἀνομηθῆναι ἄνομον, δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον, δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ. 33 ἐν τῷ πταῖσαι τὸν λαόν σου ᾿Ισραὴλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσι καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτω, 34 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου ᾿Ισραὴλ καὶ ἐπιστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν. 35 ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς, 36 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου ᾿Ισραήλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ. 37 λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῷν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πάντα πόνον, 38 πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνθρώπῳ ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον, 39 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων, 40 ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν. 41 καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος, 42 καὶ ἥξουσι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, 43 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τὸ ὄνομά σου, καὶ φοβῶνταί σε, καθὼς ὁ λαός σου ᾿Ισραήλ, καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα. 44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, 45 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς. 46 ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς, 47 καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψουσιν ἐν γῇ μετοικίας αὐτῶν καὶ δεηθῶσί σου λέγοντες· ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν, 48 καὶ ἐπιστρέψωσι πρός σε ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρός σε, ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου, 49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου 50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτειρήσουσιν αὐτούς· 51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου. 52 καὶ ἔστρωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ᾐνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου ᾿Ισραὴλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε, 53 ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε.

53α Τότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτόν, ῞Ηλιον ἐγνώρισεν ἐν οὐρανῷ Κύριος, εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ· οἰκοδόμησον οἶκόν μου, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ καινότητος. οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;

54 Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν. 55 καὶ ἔστη καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν ᾿Ισραὴλ φωνῇ μεγάλῃ λέγων· 56 εὐλογητὸς Κύριος σήμερον, ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ. 57 γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθ᾿ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς, 58 ἐπικλῖναι καρδίας ἡμῶν ἐπ᾿ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν. 59 καὶ ἔστρωσαν οἱ λόγοι οὗτοι, ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτός, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ ᾿Ισραὴλ ρῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ, 60 ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεός, αὐτὸς Θεὸς καὶ οὐκ ἔστιν ἔτι. 61 καὶ ἔστρωσαν οἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.

62 Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου. 63 καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν, ἃς ἔθυσε τῷ Κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισε τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ ᾿Ισραήλ. 64 τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρόν· τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν. 65 καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ᾿Ισραὴλ μετ᾿ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου ῾Ημὰθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας. 66 καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαὸν καὶ εὐλόγησαν τὸν βασιλέα, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ καὶ τῷ ᾿Ισραὴλ λαῷ αὐτοῦ.

Κεφάλαιο 9

ΚΑΙ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμών, ὅσα ἠθέλησε ποιῆσαι, 2 καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον, καθὼς ὤφθη ἐν Γαβαών, 3 καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. 4 καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς, 5 καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου λέγων· οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν ᾿Ισραήλ. 6 ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾿ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, 7 καὶ ἐξαρῶ τὸν ᾿Ισραὴλ ἀπὸ τῆς γῆς ἣν ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται ᾿Ισραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς. 8 καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν· ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ; 9 καὶ ἐροῦσιν· ἀνθ᾿ ὧν ἐγκατέλιπον Κύριον Θεὸν αὐτῶν, ὃς ἐξήγαγε τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγε Κύριος ἐπ᾿ αὐτοὺς τὴν κακίαν ταύτην.

9α Τότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.

10 Εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, 11 Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ. 12 καὶ ἐξῆλθε Χιρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμών, καὶ οὐκ ἤρεσαν αὐτῷ· 13 καὶ εἶπε· τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐκάλεσεν αὐτὰς ῞Οριον ἕως τῆς ἡμέρας ταύτης. 14 καὶ ἤνεγκε Χιρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου 26 καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασιὼν Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ ᾿Εδώμ. 27 καὶ ἀπέστειλε Χιρὰμ ἐν τῇ νειὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών. 28 καὶ ἦλθον εἰς Σωφηρὰ καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.

Κεφάλαιο 10

ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι· 2 καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον, καὶ εἰσῆλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. 3 καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. 4 καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησε, 5 καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο. 6 καὶ εἶπε πρὸς τὸν βασιλέα Σαλωμών· ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου, 7 καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι· προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα ἐν τῇ γῇ μου· 8 μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου διόλου, οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου· 9 γένοιτο Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνον ᾿Ισραήλ· διὰ τὸ ἀγαπᾶν Κύριον τὸν ᾿Ισραὴλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σε βασιλέα ἐπ᾿ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν. 10 καὶ ἔδωκε τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών. (11 καὶ ἡ ναῦς Χιρὰμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶρ ἤνεγκε ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον· 12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς, οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης). 13 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα, ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων ὧν ἐδεδόκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς.

14 Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἐξηκονταὲξ τάλαντα χρυσίου, 15 χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς. 16 καὶ ἐποίησε Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά. —τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἓν— 17 καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατὰ —καὶ τρεῖς μναῖ ἐνῆσαν χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἓν— καὶ ἔδωκεν αὐτὰ ὁ βασιλεὺς εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου. 18 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ· 19 ἓξ ἀναβαθμοὶ ἐν θρόνῳ καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας, 20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ. 21 καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυσᾶ καὶ λουτῆρες χρυσοῖ, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα, οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών· 22 ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν.

22α Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν ᾿Ασσοὺρ καὶ τὴν Μαγδὰλ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω καὶ τὴν ᾿Ιεθαρμὰθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμών, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ. 22β πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ ᾿Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ ᾿Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾿ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ ᾿Ισραὴλ ἐξολοθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. 22γ καὶ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ.

23 Καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. 24 καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκε Κύριος τῇ καρδίᾳ αὐτοῦ. 25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα, σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ᾿ ἐνιαυτὸν ἐνιαυτῷ. 26 καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν ῾Ιερουσαλήμ. 26α καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 27καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν ῾Ιερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος, 28 καὶ ἡ ἔξοδος Σαλωμὼν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουέ, ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι· 29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου, ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτως πᾶσι τοῖς βασιλεῦσι Χεττιΐν καὶ βασιλεῦσι Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.

Κεφάλαιο 11

ΚΑΙ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, ᾿Αμμανίτιδας, Σύρας καὶ ᾿Ιδουμαίας, Χετταίας καὶ ᾿Αμορραίας, 2 ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι*. 4 καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. 5 τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμώς, εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν ᾿Αμμὼν 6 καὶ τῇ ᾿Αστάρτῃ βδελύγματι Σιδωνίων, 7 καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. 8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 9 καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ ᾿Ισραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς 10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι, ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὐδ᾿ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 11 καὶ εἶπε Κύριος πρὸς Σαλωμών· ἀνθ᾿ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. 12 πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν. 13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ διὰ ῾Ιερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην.

14 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν ῎Αδερ τὸν ᾿Ιδουμαῖον καὶ τὸν ᾿Εσρὼμ υἱὸν ᾿Ελιαδαέ, τὸν ἐν Ραεμμὰθ ᾿Αδραζὰρ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ ᾿Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών. καὶ ῎Αδερ ὁ ᾿Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν ᾿Ιδουμαίᾳ· 15 καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν ᾿Εδὼμ ἐν τῷ πορευθῆναι ᾿Ιωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ ᾿Ιδουμαίᾳ —16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ ᾿Ιωὰβ καὶ πᾶς ᾿Ισραὴλ ἐν τῇ ᾿Ιδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ ᾿Ιδουμαίᾳ— 17 καὶ ἀπέδρα ῎Αδερ, αὐτὸς καὶ πάντες ἄνδρες ᾿Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ ῎Αδερ παιδάριον μικρόν. 18 καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἔρχονται εἰς Φαρὰν καὶ λαμβάνουσιν ἄνδρας μεθ᾿ ἑαυτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν ῎Αδερ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ. 19 καὶ εὗρεν ῎Αδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας τὴν μείζω. 20 καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ ῎Αδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ. 21 καὶ ῎Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν ᾿Ιωὰβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν ῎Αδερ πρὸς Φαραώ· ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου. 22 καὶ εἶπε Φαραὼ τῷ ῎Αδερ· τίνι σὺ ἐλαττονῇ μετ᾿ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ ῎Αδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν ῎Αδερ εἰς τὴν γῆν αὐτοῦ. αὕτη ἡ κακία, ἣν ἐποίησεν ῎Αδερ· καὶ ἐβαρυθύμησεν ἐν ᾿Ισραὴλ καὶ ἐβασίλευσεν ἐν γῇ ᾿Εδώμ*.

26 Καὶ ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ ὁ ᾿Εφραθὶ ἐκ τῆς Σαριρὰ υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμών. 27 καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῄρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών. καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 28 καὶ ὁ ἄνθρωπος ῾Ιεροβοὰμ ἰσχυρὸς δυνάμει, καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστί, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου ᾿Ιωσήφ. 29 καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ῾Ιεροβοὰμ ἐξῆλθεν ἐξ ῾Ιερουσαλὴμ καὶ εὗρεν αὐτὸν ᾿Αχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ᾿Αχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ. 30 καὶ ἐπελάβετο ᾿Αχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾿ αὐτῷ καὶ διέρρηξεν αὐτὸν δώδεκα ρήγματα 31 καὶ εἶπε τῷ ῾Ιεροβοάμ· λάβε σεαυτῷ δέκα ρήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ρήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν καὶ δώσω σοι δέκα σκῆπτρα. 32 καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ καὶ διὰ ῾Ιερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν ᾿Ισραήλ, 33 καὶ ἀνθ᾿ ὧν ἐγκατέλιπέ με καὶ ἐποίησε τῇ ᾿Αστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν ᾿Αμμὼν καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 34 καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν. 35 καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, 36 τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν ῾Ιερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ. 37 καὶ σὲ λήψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν ᾿Ισραήλ. 38 καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυὶδ. 40 καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν ῾Ιεροβοάμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανε Σαλωμών.

41 Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ρημάτων Σαλωμών; 42 καὶ αἱ ἡμέραι, ἅς ἐβασίλευε Σαλωμὼν ἐν ῾Ιερουσαλὴμ ἐπὶ πάντα ᾿Ισραὴλ τεσσαράκοντα ἔτη. 43 καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβάτ, —καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ— κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ. 44 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ροβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

——————————————

* 3 Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι

καὶ ἐξέκλιναν γυναῖκες αὐτοῦ τὴν καρδίαν αὐτοῦ.

* 23 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ραζὼν υἱὸν ᾿Ελιαδαὲ τὸν Βαραμεὲθ ᾿Αδαδεζὲρ βασιλέα Σουβὰ κύριον αὐτοῦ. 24 καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος ἐν τῷ ἀποκτείνειν Δαυὶδ αὐτούς, καὶ ἐπορεύθησαν εἰς Δαμασκὸν καὶ ἐκάθισαν ἐν αὐτῷ καὶ ἐβασίλευσεν ἐν Δαμασκῷ 25 καὶ ἐγένετο ἀντικείμενος τῷ ᾿Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών.

Κεφάλαιο 12

ΚΑΙ πορεύεται βασιλεὺς Ροβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς ᾿Ισραὴλ βασιλεῦσαι αὐτόν.* 3 καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοὰμ λέγοντες· 4 ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως, οὗ ἔδωκεν ἐφ᾿ ἡμᾶς, καὶ δουλεύσομέν σοι. 5 καὶ εἶπεν πρὸς αὐτούς· ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον. 6 καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ λέγων· πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον; 7 καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες· εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσεις αὐτοῖς καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. 8 καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ᾿ αὐτοῦ τῶν παρεστηκότων πρὸς προσώπου αὐτοῦ 9 καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρός με λεγόντων· κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾿ ἡμᾶς; 10 καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾿ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες· τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρός σε λέγοντες· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ᾿ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς· ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου· 11 καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 12 καὶ παρεγένοντο πᾶς ᾿Ισραὴλ πρὸς τὸν βασιλέα Ροβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων· ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ. 13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπε Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, 14 καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Αχιὰ τοῦ Σηλωνίτου περὶ ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ. 16 καὶ εἶδον πᾶς ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων· τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί· ἀπότρεχε, ᾿Ισραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἀπῆλθεν ᾿Ισραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ. 18 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Αδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ροβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς ῾Ιερουσαλήμ. 19 καὶ ἠθέτησεν ᾿Ισραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης. 20 καὶ ἐγένετο ὡς ἤκουσε πᾶς ᾿Ισραὴλ ὅτι ἀνέκαμψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ ᾿Ισραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου ᾿Ιούδα καὶ Βενιαμὶν μόνοι. 21 καὶ Ροβοὰμ εἰσῆλθεν εἰς ῾Ιερουσαλὴμ καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ᾿Ιούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον ᾿Ισραήλ, ἐπιστρέψαι τὴν βασιλείαν Ροβοὰμ υἱῷ Σαλωμών. 22 καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· 23 εἰπὸν τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ ᾿Ιούδα καὶ πρὸς πάντα οἶκον ᾿Ιούδα καὶ Βενιαμὶν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων· 24 τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου.

24α Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ. καὶ ἐβασίλευσε Ροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν ῾Ιερουσαλὴμ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανάν, θυγάτηρ ᾿Ανὰν υἱοῦ Ναὰς βασιλέως υἱῶν ᾿Αμμών· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 24β καὶ ἦν ἄνθρωπος ἐξ ὄρους ᾿Εφραὶμ δοῦλος τῷ Σαλωμών, καὶ ὄνομα αὐτῷ ῾Ιεροβοάμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρά, γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου ᾿Ιωσήφ, καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ, καὶ ἦσαν αὐτῶ τριακόσια ἅρματα ἵππων· οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου ᾿Εφραὶμ, οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν. 24γ καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν, καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾿ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών. 24δ καὶ ἤκουσεν ῾Ιεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμών, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου λέγων· ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακίμ· αἴτησαί τι αἴτημα καὶ δώσω σοι. 24ε καὶ Σουσακὶμ ἔδωκε τῷ ῾Ιεροβοὰμ τὴν ᾿Ανώ, ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκε τῷ ῾Ιεροβοὰμ τὸν ᾿Αβιὰ υἱὸν αὐτοῦ. 24ζ καὶ εἶπεν ῾Ιεροβοὰμ πρὸς Σουσακίμ· ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον ᾿Εφραίμ· καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Ιεροβοὰμ χάρακα.

24η Καὶ ἠρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα, καὶ ἐπορεύθη ῾Ιεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς ᾿Ανὼ τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ πορεύου, ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. 24θ καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ καὶ ὄνομα αὐτῷ ᾿Αχιά, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ρῆμα Κυρίου μετ᾿ αὐτοῦ. καὶ εἶπεν ῾Ιεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος. καὶ ἀνέστη ἡ γυνὴ 24ι καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ ᾿Αχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν, 24κ καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται, καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς ᾿Αχιὰ τὸν Σηλωνίτην καὶ εἶπεν ᾿Αχιὰ τῷ παιδαρίῳ αὐτοῦ· ἔξελθε δὴ εἰς ἀπαντὴν ᾿Ανὼ τῇ γυναικὶ ῾Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῇ· εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος· σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ. 24λ καὶ εἰσῆλθεν ᾿Ανὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, καὶ εἶπεν αὐτῇ ᾿Αχιά· ἱνατί ἐνήνοχάς μοι ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος· ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾿ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσί σοι· τὸ παιδάριον τέθνηκεν. 24μ ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ ῾Ιεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ ῾Ιεροβοὰμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὸ παιδάριον κόψονται· οὐαὶ Κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ρῆμα καλὸν περὶ τοῦ Κυρίου. 24ν καὶ ἀπῆλθεν ἡ γυνή, ὡς ἤκουσε, καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρά, καὶ τὸ παιδάριον ἀπέθανε, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν.

24ξ Καὶ ἐπορεύθη ῾Ιεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει ᾿Εφραὶμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ ᾿Ισραήλ, καὶ ἀνέβη ἐκεῖ Ροβοὰμ υἱὸς Σαλωμών. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν ᾿Ελαμὶ λέγων· λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ρῆξον αὐτὸ δώδεκα ρήγματα καὶ δώσεις τῷ ῾Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος· λάβε σεαυτῷ δέκα ρήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν ῾Ιεροβοάμ· καὶ εἶπε Σαμαίας· τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ ᾿Ισραήλ.

24ο Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοὰμ υἱὸν Σαλωμών· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουφιεῖς ἐφ᾿ ἡμᾶς καὶ δουλεύσομέν σοι. καὶ εἶπε Ροβοὰμ πρὸς τὸν λαόν· ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ρῆμα. 24π καὶ εἶπε Ροβοάμ· εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ᾿ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ρῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησε Ροβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ· οὕτως ἐλάλησε πρός σε ὁ λαός. 24ρ καὶ διεσκέδασε Ροβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς· ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρός με λέγων. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ· οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων· ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις. 24σ καὶ ἤρεσε τὸ ρῆμα ἐνώπιον Ροβοάμ, καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τά παιδάρια. 24τ καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες· οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου ᾿Ισραήλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. 24υ καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησε Ροβοὰμ καὶ ἀπῆλθε καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς ῾Ιερουσαλήμ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον ᾿Ιούδα καὶ πᾶν σκῆπτρον Βενιαμίν. 24φ καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισε Ροβοὰμ πάντα ἄνδρα ᾿Ιούδα καὶ Βενιαμὶν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς ῾Ιεροβοὰμ εἰς Σίκιμα. 24χ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· εἰπὸν τῷ Ροβοὰμ βασιλεῖ ᾿Ιούδα καὶ πρὸς πάντα οἶκον ᾿Ιούδα καὶ Βενιαμὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων· τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς ᾿Ισραήλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. 24ψ καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου.

25 Καὶ ᾠκοδόμησεν ῾Ιεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει ᾿Εφραὶμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ. 26 καὶ εἶπεν ῾Ιεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυίδ· 27 ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς ῾Ιερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοὰμ βασιλέα ᾿Ιούδα, καὶ ἀποκτενοῦσί με. 28 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς· καὶ εἶπε πρὸς τὸν λαόν· ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς ῾Ιερουσαλήμ· ἰδοὺ θεοί σου, ᾿Ισραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 29 καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν. 30 καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δάν. καὶ εἴασαν τὸν οἶκον Κυρίου. 31 καὶ ἐποίησεν οἴκους ἐφ᾿ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί. 32 καὶ ἐποίησεν ῾Ιεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ ᾿Ιούδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιθήλ, τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησε. 33 καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.

——————————————

* 2 Καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, καὶ ἔφυγεν ἐκ προσώπου τοῦ βασιλέως Σαλωμὼν καὶ ἐπέστρεψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου, 3 καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν καὶ ἦλθεν ῾Ιεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ᾿Ισραήλ.

Κεφάλαιο 13

ΚΑΙ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ ᾿Ιούδα παρεγένετο ἐν λόγῳ Κυρίου εἰς Βαιθήλ, καὶ ῾Ιεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι. 2 καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου καὶ εἶπε· θυσιαστήριον θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυίδ, ᾿Ιωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. 3 καὶ δώσει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων· τοῦτο τὸ ρῆμα ὃ ἐλάλησε Κύριος λέγων· ἰδοὺ τὸ θυσιαστήριον ρήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ᾿ αὐτῷ. 4 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς ῾Ιεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων· συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ᾿ αὐτόν, καὶ οὐκ ἐδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν, 5 καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν λόγῳ Κυρίου. 6 καὶ εἶπεν ὁ βασιλεὺς ῾Ιεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· δεήθητι τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς ἐμέ. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καθὼς τὸ πρότερον. 7 καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ· εἴσελθε μετ᾿ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα. 8 καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ πρὸς τὸν βασιλέα· ἐὰν δῷς μοι τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ· 9 ὅτι οὕτως ἐνετείλατό μοι Κύριος ἐν λόγῳ λέγων· μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῶ, ᾗ ἐπορεύθης ἐν αὐτῇ. 10 καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ, ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ.

11 Καὶ προφήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιθήλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ ἔργα, ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιθήλ, καὶ τοὺς λόγους, οὓς ἐλάλησε τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν. 12 καὶ ἐλάλησε πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων· ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδόν, ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐλθὼν ἐξ ᾿Ιούδα. 13 καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ· ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ᾿ αὐτόν. 14 καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐληλυθὼς ἐξ ᾿Ιούδα; καὶ εἶπεν αὐτῷ· ἐγώ. 15 καὶ εἶπεν αὐτῷ· δεῦρο μετ᾿ ἐμοῦ καὶ φάγε ἄρτον. 16 καὶ εἶπεν· οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ· 17 ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος λέγων· μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθης ἐν αὐτῇ. 18 καὶ εἶπε πρὸς αὐτόν· κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος λελάληκε πρός με ἐν ρήματι Κυρίου λέγων· ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ. 19 καὶ ἐπέστρεψεν αὐτὸν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῷ οἴκῳ αὐτοῦ. 20 καὶ ἐγένετο αὐτῶν καθημένων ἐπὶ τῆς τραπέζης, καὶ ἐγένετο λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν 21 καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ ᾿Ιούδα λέγων· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν παρεπίκρανας τὸ ρῆμα Κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, 22 καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ᾧ ἐλάλησε πρός σε λέγων· οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου. 23 καὶ ἐγένετο μετὰ τὸ φαγεῖν αὐτὸν ἄρτον καὶ πιεῖν ὕδωρ, καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψε. 24 καὶ ἀπῆλθε, καὶ εὗρεν αὐτὸν λέγων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρ᾿ αὐτό, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα. 25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου· καὶ εἰσῆλθον καὶ ἐλάλησαν ἐν τῇ πόλει, οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῇ. 26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν· ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτός ἐστίν, ὃς παρεπίκρανε τὸ ρῆμα Κυρίου. 28 καὶ ἐπορεύθη καὶ εὗρε τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα, καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ οὐ συνέτριψε τὸν ὄνον. 29 καὶ ᾖρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης τοῦ θάψαι αὐτὸν 30 ἐν τῷ τάφῳ ἑαυτοῦ, καὶ ἐκόψαντο αὐτόν· οὐαὶ ἀδελφέ. 31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ λέγων· ἐὰν ἀποθάνω, θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ Θεοῦ τέθαπται ἐν αὐτῷ· παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με, ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ· 32 ὅτι γινόμενον ἔσται τὸ ρῆμα, ὃ ἐλάλησεν ἐν λόγῳ Κυρίου ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ. 33 καὶ μετὰ τὸ ρῆμα τοῦτο οὐκ ἐπέστρεψεν ῾Ιεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά. 34 καὶ ἐγένετο τὸ ρῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ ῾Ιεροβοὰμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς.

Κεφάλαιο 14

*21ΚΑΙ Ροβοὰμ υἱὸς Σαλωμὼν ἐβασίλευσεν ἐπὶ ᾿Ιούδαν· υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ροβοὰμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλὴμ τῇ πόλει, ἣν ἐξελέξατο Κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ ᾿Ισραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααμὰ ἡ ᾿Αμμωνῖτις. 22 καὶ ἐποίησε Ροβοὰμ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν, οἷς ἐποίησαν οἱ πατέρες αὐτῶν ἐν ταῖς ἁμαρτίαις αὐτῶν, αἷς ἥμαρτον, 23 καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου. 24 καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ. 25 καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ροβοάμ, ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ ῾Ιερουσαλὴμ 26 καὶ ἔλαβε πάντας τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ, ἃ ἔλαβε Δαυὶδ ἐκ χειρὸς τῶν παίδων ᾿Αδραζὰρ βασιλέως Σουβά, καὶ εἰσήνεγκεν αὐτὰ εἰς ῾Ιερουσαλὴμ τὰ πάντα, ἃ ἔλαβεν, ὅπλα τὰ χρυσᾶ, ὅσα ἐποίησε Σαλωμών, καὶ ἐπήνεγκεν αὐτὰ εἰς Αἴγυπτον. 27 καὶ ἐποίησε Ροβοὰμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ᾿ αὐτῶν. καὶ ἐπέθεντο ἐπ᾿ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλῶνα οἴκου βασιλέως. 28 καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεὲ τῶν παρατρεχόντων. 29 καὶ τὰ λοιπὰ τῶν λόγων Ροβοὰμ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; 30 καὶ πόλεμος ἦν ἀνὰ μέσον Ροβοὰμ καὶ ἀνὰ μέσον ῾Ιεροβοὰμ πάσας τὰς ἡμέρας. 31 καὶ ἐκοιμήθη Ροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Αβιοὺ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

——————————————

* 1 ᾿Εν τῷ καιρῷ ἐκείνῳ ἠρρώστησεν ᾿Αβιὰ υἱὸς ῾Ιεροβοὰμ 2 καὶ εἶπεν ὁ ῾Ιεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ ἀλλοιωθήσῃ, καὶ οὐ γνώσονται ὅτι σὺ γυνὴ ῾Ιεροβοάμ, καὶ πορευθήσῃ εἰς Σηλώ· καὶ ἰδοὺ ἐκεῖ ᾿Αχιὰ ὁ προφήτης, αὐτὸς ἐλάλησεν ἐμὲ τοῦ βασιλεῦσαι ἐπὶ τὸν λαὸν τοῦτον. 3 καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλυρίδα τοῖς τέκνοις αὐτοῦ καὶ σταφίδας καὶ στάμνον μέλιτος, καὶ ἐλεύσῃ πρὸς αὐτόν. αὐτὸς ἀναγγείλῃ σοι τί ἔσται τῷ παιδί. 4 καὶ ἐποίησεν οὕτως γυνὴ ῾Ιεροβοάμ· καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σηλώ, καὶ εἰσῆλθεν ἐν οἴκῳ ᾿Αχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος τοῦ ἰδεῖν, καὶ ἠμβλυώπουν οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ γήρους αὐτοῦ. 5 καὶ Κύριος εἶπε πρὸς ᾿Αχιά· ἰδοὺ γυνὴ τοῦ ῾Ιεροβοὰμ εἰσέρχεται τοῦ ἐκζητῆσαι ρῆμα παρὰ σοῦ περὶ υἱοῦ αὐτῆς, ὅτι ἄρρωστός ἐστι· κατὰ τοῦτο καὶ κατὰ τοῦτο λαλήσεις πρὸς αὐτήν. καὶ ἐγένετο ἐν τῷ εἰσέρχεσθαι αὐτὴν καὶ αὐτὴ ἀπεξενοῦτο. 6 καὶ ἐγένετο ὡς ἤκουσεν ᾿Αχιὰ τὴν φωνὴν ποδῶν αὐτῆς, εἰσερχομένης αὐτῆς ἐν τῷ ἀνοίγματι, καὶ εἶπεν· εἴσελθε, γυνὴ ῾Ιεροβοάμ· ἱνατί σὺ τοῦτο ἀποξενοῦσαι; καὶ ἐγώ εἰμι ἀπόστολος πρός σε σκληρός. 7 πορευθεῖσα εἰπὸν τῷ ῾Ιεροβοάμ· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἀνθ᾿ οὗ ὅσον ὕψωσά σε ἀπὸ μέσου λαοῦ καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, 8 καὶ ἔρρηξα σὺν τὸ βασίλειον ἀπὸ τοῦ οἶκου Δαυὶδ καὶ ἔδωκα αὐτό σοι καὶ οὐκ ἐγένου ὡς ὁ δοῦλός μου Δαυίδ, ὃς ἐφύλαξε τὰς ἐντολάς μου καὶ ὃς ἐπορεύθη ὀπίσω μου ἐν πάσῃ καρδίᾳ αὐτοῦ ποιῆσαι ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου 9 καὶ ἐπονηρεύσω τοῦ ποιῆσαι παρὰ παντός, ὅσοι ἐγένοντο εἰς πρόσωπόν σου καὶ ἐπορεύθης καὶ ἐποίησας σεαυτῷ θεοὺς ἑτέρους χωνευτὰ τοῦ παροργίσαι με καὶ ἐμὲ ἔρριψας ὀπίσω σώματός σου· 10 διὰ τοῦτο ἐγὼ ἄγω κακίαν πρός σε εἰς οἶκον ῾Ιεροβοάμ· ἐξολοθρεύσω τοῦ ῾Ιεροβοὰμ οὐροῦντα πρὸς τοῖχον ἐχόμενον καὶ ἐγκαταλελειμμένον ἐν ᾿Ισραὴλ καὶ ἐπιλέξω οἴκου ῾Ιεροβοάμ, καθὼς ἐπιλέγεται ἡ κόπρος, ὡς τελειωθῆναι αὐτόν· 11 οἱ τεθνηκότες τοῦ ῾Ιεροβοὰμ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι Κύριος ἐλάλησε. 12 καὶ σὺ ἀναστᾶσα πορεύθητι εἰς τὸν οἶκόν σου· ἐν τῷ εἰσέρχεσθαι πόδα σου τὴν πόλιν, ἀποθανεῖται τὸ παιδάριον· 13 καὶ κόψονται αὐτὸν πᾶς ᾿Ισραὴλ καὶ θάψουσιν αὐτόν, ὅτι οὗτος μόνος εἰσελεύσεται τῷ ῾Ιεροβοὰμ πρὸς τάφον, ὅτι εὑρέθη ἐν αὐτῷ ρῆμα καλὸν περὶ τοῦ Κυρίου Θεοῦ ᾿Ισραὴλ ἐν οἴκῳ ῾Ιεροβοάμ· 14 καὶ ἀναστήσει Κύριος ἑαυτῷ βασιλέα ἐπὶ ᾿Ισραήλ, ὃς πλήξει τὸν οἶκον ῾Ιεροβοάμ ταύτῃ τῇ ἡμέρᾳ· καὶ τί καὶ νῦν; 15 Κύριος πλήξει τὸν ᾿Ισραήλ, καθὰ κινεῖται ὁ ἄνεμος ἐν τῷ ὕδατι, καὶ ἐκτελεῖ τὸν ᾿Ισραὴλ ἀπὸ ἄνω τῆς χθονὸς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκε τοῖς πατράσιν αὐτῶν, καὶ λικμήσει αὐτοὺς ἀπὸ πέραν τοῦ ποταμοῦ· ἀνθ᾿ οὗ ὅσον ἐποίησαν τὰ ἄλση αὐτῶν παροργίζοντες τὸν Κύριον· 16 καὶ παραδώσει Κύριος τὸν ᾿Ισραὴλ χάριν ἁμαρτιῶν ῾Ιεροβοάμ, ὃς ἥμαρτε καὶ ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 17 καὶ ἀνέστη ἡ γυνὴ ῾Ιεροβοὰμ καὶ ἐπορεύθη εἰς γῆν Σαριρά· καὶ ἐγένετο ὡς εἰσῆλθεν ἐν τῷ προθύρῳ τοῦ οἴκου καὶ τὸ παιδάριον ἀπέθανε. 18 καὶ ἔθαψαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραήλ, κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ᾿Αχιὰ τοῦ προφήτου. 19 καὶ περισσὸν ρημάτων ῾Ιεροβοάμ, ὅσα ἐπολέμησε καὶ ὅσα ἐβασίλευσεν, ἰδοὺ αὐτὰ γεγραμμένα ἐπὶ βιβλίου ρημάτων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραὴλ. 20 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν ῾Ιεροβοὰμ εἴκοσι δύο ἔτη· καὶ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Ναβὰτ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

Κεφάλαιο 15

ΚΑΙ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, βασιλεύει ᾿Αβιοὺ υἱὸς Ροβοὰμ ἐπὶ ᾿Ιούδαν. 2 καὶ τρία ἔτη ἐβασίλευσεν ἐπὶ ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχά, θυγάτηρ ᾿Αβεσσαλώμ, 3 καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ, αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ. 4 ὅτι διὰ Δαυὶδ ἔδωκεν αὐτῷ Κύριος κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐτοῦ μετ᾿ αὐτὸν καὶ στήσῃ τὴν ῾Ιερουσαλήμ, 5 ὡς ἐποίησε Δαυὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων, ὧν ἐνετείλατο αὐτῷ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 7 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αβιοὺ τὰ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; καὶ πόλεμος ἦν ἀνὰ μέσον ᾿Αβιοὺ καὶ ἀνὰ μέσον ῾Ιεροβοάμ. 8 καὶ ἐκοιμήθη ᾿Αβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ ῾Ιεροβοὰμ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ βασιλεύει ᾿Ασὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

9 ᾿Εν τῷ ἐνιαυτῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ ῾Ιεροβοὰμ βασιλέως ᾿Ισραὴλ βασιλεύει ᾿Ασὰ ἐπὶ ᾿Ιούδαν 10 καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Ανὰ θυγάτηρ ᾿Αβεσσαλώμ. 11 καὶ ἐποίησεν ᾿Ασὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 12 καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. 13 καὶ τὴν ᾿Ανὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς, καὶ ἐξέκοψεν ᾿Ασὰ τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάρρῳ Κέδρων. 14 τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία ᾿Ασὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ. 15 καὶ εἰσήνεγκε τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίου, ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη. 16 καὶ πόλεμος ἦν ἀνὰ μέσον ᾿Ασὰ καὶ ἀνὰ μέσον Βαασὰ βασιλέως ᾿Ισραὴλ πάσας τὰς ἡμέρας αὐτῶν. 17 καὶ ἀνέβη Βαασὰ βασιλεὺς ᾿Ισραὴλ ἐπὶ ᾿Ιούδαν καὶ ᾠκοδόμησε τὴν Ραμὰ τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ ᾿Ασὰ βασιλεῖ ᾿Ιούδα. 18 καὶ ἔλαβεν ᾿Ασὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς ᾿Ασὰ πρὸς υἱὸν ῎Αδερ υἱὸν Ταβερεμμὰν υἱοῦ ᾿Αζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων· 19 διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον, δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα ᾿Ισραήλ, καὶ ἀναβήσεται ἀπ᾿ ἐμοῦ. 20 καὶ ἤκουσεν υἱὸς ῎Αδερ τοῦ βασιλέως ᾿Ασὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῶν δυνάμεων αὐτοῦ ταῖς πόλεσι τοῦ ᾿Ισραὴλ καὶ ἐπάταξαν τὴν ᾿Αΐν, τὴν Δὰν καὶ τὴν ᾿Αβελμαὰ καὶ πᾶσαν τὴν Χεννερὲθ ἕως πάσης τῆς γῆς Νεφθαλί. 21 καὶ ἐγένετο ὡς ἤκουσε Βαασά, καὶ διέλιπε τοῦ οἰκοδομεῖν τὴν Ραμὰ καὶ ἀνέστρεψεν εἰς Θερσά. 22 καὶ ὁ βασιλεὺς ᾿Ασὰ παρήγγειλε παντὶ ᾿Ιούδα εἰς Αἰνακίμ, καὶ αἴρουσι τοὺς λίθους τῆς Ραμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς ᾿Ασὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν. 23 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ασὰ καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, ἣν ἐποίησε, καὶ τὰς πόλεις, ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ. 24 καὶ ἐκοιμήθη ᾿Ασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ πατρὸς αὐτοῦ, καὶ βασιλεύει ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

25 Καὶ Ναδὰβ υἱὸς ῾Ιεροβοὰμ βασιλεύει ἐπὶ ᾿Ισραήλ ἐν ἔτει δευτέρῳ τοῦ ᾿Ασὰ βασιλέως ᾿Ιούδα καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ ἔτη δύο. 26 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν ᾿Ισραὴλ. 27 καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς ᾿Αχιὰ ἐπὶ τὸν οἶκον Βελαὰν καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων, καὶ Ναδὰβ καὶ πᾶς ᾿Ισραὴλ περιεκάθητο ἐπὶ Γαβαθών. 28 καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ τοῦ ᾿Ασὰ υἱοῦ ᾿Αβιοὺ βασιλέως ᾿Ιούδα καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ. 29 καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον ῾Ιεροβοὰμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ ῾Ιεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ᾿Αχιὰ τοῦ Σηλωνίτου 30 περὶ τῶν ἁμαρτιῶν ῾Ιεροβοάμ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ, ᾧ παρώργισε τὸν Κύριον Θεὸν τοῦ ᾿Ισραήλ. 31 καὶ τὰ λοιπὰ τῶν λόγων Ναδὰβ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ;

33 Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ ᾿Ασὰ βασιλέως ᾿Ιούδα βασιλεύει Βαασὰ υἱὸς ᾿Αχιὰ ἐπὶ ᾿Ισραὴλ ἐν Θερσὰ εἴκοσι καὶ τέσσαρα ἔτη. 34 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραήλ.

Κεφάλαιο 16

ΚΑΙ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Ιοὺ υἱοῦ ᾿Ανανὶ πρὸς Βαασά· 2 ἀνθ᾿ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραὴλ καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ ῾Ιεροβοὰμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν ᾿Ισραήλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, 3 ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ· 4 τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ. 5 καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; 6 καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Θερσά, καὶ βασιλεύει ᾿Ηλὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως ᾿Ασά. 7 καὶ ἐν χειρὶ ᾿Ιοὺ υἱοῦ ᾿Ανανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον ῾Ιεροβοάμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.

8 Καὶ ᾿Ηλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ δύο ἔτη ἐν Θερσά. 9 καὶ συνέστρεψεν ἐπ᾿ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσὰ πίνων μεθύων ἐν τῷ οἴκῳ ῾Ωσὰ τοῦ οἰκονόμου ἐν Θερσά. 10 καὶ εἰσῆλθε Ζαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ. 11 καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ 12 κατὰ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασά, πρὸς ᾿Ιοὺ τὸν προφήτην 13 περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ ᾿Ηλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραὴλ τοῦ παροργίσαι Κύριον τὸν Θεὸν ᾿Ισραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. 14 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ηλά, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;

15 Καὶ Ζαμβρὶ ἐβασίλευεν ἐν Θερσὰ ἡμέρας ἑπτά. καὶ ἡ παρεμβολὴ ᾿Ισραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων, 16 καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων· συνεστράφη Ζαμβρὶ καὶ ἔπαισε τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν ᾿Ισραὴλ τὸν ᾿Αμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. 17 καὶ ἀνέβη ᾿Αμβρὶ καὶ πᾶς ᾿Ισραὴλ μετ᾿ αὐτοῦ ἐκ Γαβαθὼν καὶ περιεκάθισαν ἐπὶ Θερσά. 18 καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾿ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως καὶ ἀπέθανεν 19 ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου πορευθῆναι ἐν ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 20 καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;

21 Τότε μερίζεται ὁ λαὸς ᾿Ισραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω ᾿Αμβρί. 22 ὁ λαὸς ὁ ὢν ὀπίσω ᾿Αμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνάθ, καὶ ἀπέθανε Θαμνὶ καὶ ᾿Ιωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν ᾿Αμβρὶ μετὰ Θαμνί. 23 ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως ᾿Ασὰ βασιλεύει ᾿Αμβρὶ ἐπὶ ᾿Ισραὴλ δώδεκα ἔτη. ἐν Θερσὰ βασιλεύει ἓξ ἔτη· 24 καὶ ἐκτήσατο ᾿Αμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησε τὸ ὄρος καὶ ἐπεκάλεσε τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμησεν, ἐπὶ τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρών. 25 καὶ ἐποίησεν ᾿Αμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ· 26 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν ᾿Ισραὴλ τοῦ παροργίσαι τὸν Κύριον Θεὸν ᾿Ισραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. 27 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αμβρὶ καὶ πάντα, ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; 28 καὶ ἐκοιμήθη ᾿Αμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει ᾿Αχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

28α Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ ᾿Αμβρὶ βασιλεύει ᾿Ιωσαφὰτ υἱὸς ᾿Ασὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβὰ θυγάτηρ Σελί. 28β καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων. 28γ καὶ ἃ συνέθετο ᾿Ιωσαφὰτ μετὰ βασιλέως ᾿Ισραὴλ καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ιούδα; 28δ καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ, ἐξῇρεν ἀπὸ τῆς γῆς. 28ε καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ Νασίβ. 28ζ καὶ ὁ βασιλεὺς ᾿Ιωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ. 28η τότε εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηῖ· καὶ οὐκ ἐβούλετο ᾿Ιωσαφάτ. 28θ καὶ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

29 ᾿Εν ἔτει δευτέρῳ τοῦ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα βασιλεύει ᾿Αχαὰβ υἱὸς ᾿Αμβρί· ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. 30 καὶ ἐποίησεν ᾿Αχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ. 31 καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, καὶ ἔλαβε γυναῖκα τὴν ᾿Ιεζάβελ θυγατέρα ᾿Ιεθεβαὰλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ καὶ προσεκύνησεν αὐτῷ, 32 καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ, 33 καὶ ἐποίησεν ᾿Αχαὰβ ἄλσος, καὶ προσέθεκεν ᾿Αχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ ᾿Ισραὴλ καὶ τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολοθρευθῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς ᾿Ισραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. 34 καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν ᾿Αχιὴλ ὁ Βαιθηλίτης τὴν ῾Ιεριχώ· ἐν τῷ ᾿Αβιρὼν προτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Ιησοῦ υἱοῦ Ναυῆ.

Κεφάλαιο 17

ΚΑΙ εἶπεν ᾿Ηλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς ᾿Αχαάβ· ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς ᾿Ισραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου. 2 καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς ᾿Ηλιού· 3 πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορρὰθ τοῦ ἐπὶ προσώπου τοῦ ᾿Ιορδάνου· 4 καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. 5 καὶ ἐποίησεν ᾿Ηλιοὺ κατὰ τὸ ρῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορρὰθ ἐπὶ προσώπου τοῦ ᾿Ιορδάνου. 6 καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ. 7 καὶ ἐγένετο μεθ᾿ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. 8 καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς ᾿Ηλιού· 9 ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. 10 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ καὶ ἧλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς ᾿Ηλιοὺ καὶ εἶπεν αὐτῇ· λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι. 11 καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς ᾿Ηλιοὺ καὶ εἶπε· λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου. 12 καὶ εἶπεν ἡ γυνή· ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. 13 καὶ εἶπε πρὸς αὐτὴν ᾿Ηλιού· θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ρῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾿ ἐσχάτῳ· 14 ὅτι τάδε λέγει Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς. 15 καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς. 16 καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Ηλιού. 17 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. 18 καὶ εἶπε πρὸς ᾿Ηλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου; 19 καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὴν γυναῖκα· δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης. 20 καὶ ἀνεβόησεν ᾿Ηλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. 21 καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν Κύριον καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν. 22 καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησε τὸ παιδάριον. 23 καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ᾿Ηλιού· βλέπε, ζῇ ὁ υἱός σου. 24 καὶ εἶπεν ἡ γυνὴ πρὸς ᾿Ηλιού· ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ καὶ ρῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.

Κεφάλαιο 18

ΚΑΙ ἐγένετο μεθ᾿ ἡμέρας πολλὰς καὶ ρῆμα Κυρίου ἐγένετο πρὸς ᾿Ηλιοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων· πορεύθητι καὶ ὄφθητι τῷ ᾿Αχαάβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς. 2 καὶ ἐπορεύθη ᾿Ηλιοὺ τοῦ ὀφθῆναι τῷ ᾿Αχαάβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ. 3 καὶ ἐκάλεσεν ᾿Αχαὰβ τὸν ᾿Αβδιοὺ τὸν οἰκονόμον· (καὶ ᾿Αβδιοὺ ἦν φοβούμενος τὸν Κύριον σφόδρα, 4 καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν ᾿Ιεζάβελ τοὺς προφήτας Κυρίου καὶ ἔλαβεν ᾿Αβδιοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ κατέκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·) 5 καὶ εἶπεν ᾿Αχαὰβ πρὸς ᾿Αβδιού· δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν. 6 καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· ᾿Αχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ καὶ ᾿Αβδιοὺ ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος. 7 καὶ ἦν ᾿Αβδιοὺ ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν ᾿Ηλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ ᾿Αβδιοὺ ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτός, κύριέ μου ᾿Ηλιού; 8 καὶ εἶπεν ᾿Ηλιοὺ αὐτῷ· ἐγώ. πορεύου, λέγε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού. 9 καὶ εἶπεν ᾿Αβδιού· τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα ᾿Αχαὰβ τοῦ θανατῶσαί με; 10 ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἰ εἶπον· οὐκ ἔστι, καὶ ἐνέπρησε τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέ σε. 11 καὶ νῦν σὺ λέγεις· πορεύου, ἀνάγγελλε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού. 12 καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ ᾿Αχαάβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστι φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ. 13 ᾖ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου, οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν τὴν ᾿Ιεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας, ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι; 14 καὶ νῦν σὺ λέγεις μοι· πορεύου, λέγε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού· καὶ ἀποκτενεῖ με; 15 καὶ εἶπεν ᾿Ηλιού· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ. 16 καὶ ἐπορεύθη ᾿Αβδιοὺ εἰς συναντὴν τῷ ᾿Αχαὰβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν ᾿Αχαὰβ καὶ ἐπορεύθη εἰς συνάντησιν ᾿Ηλιού.

17 Καὶ ἐγένετο ὡς εἶδεν ᾿Αχαὰβ τὸν ᾿Ηλιού, καὶ εἶπεν ᾿Αχαὰβ πρὸς ᾿Ηλιού· εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν ᾿Ισραήλ; 18 καὶ εἶπεν ᾿Ηλιού· οὐ διαστρέφω τὸν ᾿Ισραήλ, ὅτι ἀλλ᾿ ἢ σὺ καὶ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν Κύριον Θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλίμ. 19 καὶ νῦν ἀπόστειλον, συνάθροισον πρός με πάντα ᾿Ισραὴλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίου ἐσθίοντας τράπεζαν ᾿Ιεζάβελ. 20 καὶ ἀπέστειλεν ᾿Αχαὰβ εἰς πάντα ᾿Ισραὴλ καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον. 21 καὶ προσήγαγεν ᾿Ηλιοὺ πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς ᾿Ηλιού· ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον. 22 καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι· 23 δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ. 24 καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου, καὶ ἔσται ὁ θεὸς ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος Θεός. καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον· καλὸν τὸ ρῆμα, ὃ ἐλάλησας. 25 καὶ εἶπεν ᾿Ηλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης· ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε. 26 καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωΐθεν ἕως μεσημβρίας καὶ εἶπον· ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν. 27 καὶ ἐγένετο μεσημβρία καὶ ἐμυκτήρισεν αὐτοὺς ᾿Ηλιοὺ ὁ Θεσβίτης καὶ εἶπεν· ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστι, καὶ ἅμα μή ποτε χρηματίζει αὐτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται. 28 καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾿ αὐτούς· 29 καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθε τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή. καὶ ἐλάλησεν ᾿Ηλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων· μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου. καὶ μετέστησαν, καὶ ἀπῆλθον. 30 καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· προσαγάγετε πρός με· καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν. 31 καὶ ἔλαβεν ᾿Ηλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν φυλῶν τοῦ ᾿Ισραήλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτὸν λέγων· ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου. 32 καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου. 33 καὶ ἐστοίβασε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον καὶ εἶπε· λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. 34 καὶ εἶπε· δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπε· τρισσώσατε· καὶ ἐτρίσσευσαν. 35 καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος. 36 καὶ ἀνεβόησεν ᾿Ηλιοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ισραήλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ᾿Ισραὴλ καὶ ἐγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα. 37 ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω. 38 καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ. 39 καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον· ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ὁ Θεός. 40 καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς ᾿Ηλιοὺ εἰς τὸν χειμάρρουν Κισσῶν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.

41 Καὶ εἶπεν ᾿Ηλιοὺ τῷ ᾿Αχαάβ· ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ. 42 καὶ ἀνέβη ᾿Αχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν, καὶ ᾿Ηλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀνὰ μέσον τῶν γονάτων αὐτοῦ. 43 καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν· οὐκ ἔστιν οὐθέν. καὶ εἶπεν ᾿Ηλιού· καὶ σὺ ἐπίστρεψον ἑπτάκις· 44 καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις. καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν· ἀνάβηθι καὶ εἶπον τῷ ᾿Αχαάβ· ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός. 45 καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιε καὶ ἐπορεύετο ᾿Αχαὰβ ἕως ᾿Ιεζράελ. 46 καὶ χεὶρ Κυρίου ἐπὶ τὸν ᾿Ηλιού, καὶ συνέσφιξε τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν ᾿Αχαὰβ ἕως ᾿Ιεζράελ.

Κεφάλαιο 19

ΚΑΙ ἀνήγγειλεν ᾿Αχαὰβ τῇ ᾿Ιεζάβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν ᾿Ηλιού, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ρομφαίᾳ. 2 καὶ ἀπέστειλεν ᾿Ιεζάβελ πρὸς ᾿Ηλιοὺ καὶ εἶπεν· εἰ σὺ εἶ ᾿Ηλιοὺ καὶ ἐγὼ ᾿Ιεζάβελ, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. 3 καὶ ἐφοβήθη ᾿Ηλιοὺ καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεὲ γῆν ᾿Ιούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ· 4 καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω Ραθμὲν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν· ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχή μου ἀπ᾿ ἐμοῦ, Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. 5 καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ φάγε· 6 καὶ ἐπέβλεψεν ᾿Ηλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε. καὶ ἐπιστρέψας ἐκοιμήθη. 7 καὶ ἐπέστρεψεν ὁ ἄγγελος Κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. 8 καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε· καὶ ἐπορεύθη ἐν ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ. 9 καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ρῆμα Κυρίου πρὸς αὐτὸν καὶ εἶπε· τί σὺ ἐνταῦθα, ᾿Ηλιού; 10 καὶ εἶπεν ᾿Ηλιού· ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ ᾿Ισραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ρομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. 11 καὶ εἶπεν· ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος, καὶ ἰδοὺ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· 12 καὶ μετὰ τὸν συσσειμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κἀκεῖ Κύριος. 13 καὶ ἐγένετο ὡς ἤκουσεν ᾿Ηλιού, καὶ ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ καὶ ἐξῆλθε καὶ ἔστη ὑπὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπε· τί σὺ ἐνταῦθα ᾿Ηλιού; 14 καὶ εἶπεν ᾿Ηλιού· ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ ᾿Ισραήλ· καὶ τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ρομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. 15 καὶ εἶπε Κύριος πρὸς αὐτόν· πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ ἥξεις καὶ χρίσεις τὸν ᾿Αζαὴλ εἰς βασιλέα τῆς Συρίας· 16 καὶ τὸν ᾿Ιοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ· καὶ τὸν ῾Ελισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ. 17 καὶ ἔσται τὸν σῳζόμενον ἐκ ρομφαίας ᾿Αζαήλ, θανατώσει ᾿Ιού, καὶ τὸν σῳζόμενον ἐκ ρομφαίας ᾿Ιοὺ θανατώσει ῾Ελισαιέ. 18 καὶ καταλείψεις ἐν ᾿Ισραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ.

19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν ῾Ελισαιὲ υἱὸν Σαφάτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσὶ —δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα— καὶ ἀπῆλθεν ἐπ᾿ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ᾿ αὐτόν. 20 καὶ κατέλιπεν ῾Ελισαιὲ τὰς βόας καὶ κατέδραμεν ὀπίσω ᾿Ηλιοὺ καὶ εἶπε· καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν ᾿Ηλιού· ἀνάστρεφε, ὅτι πεποίηκά σοι. 21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβε τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσε καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκε τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω ᾿Ηλιοὺ καὶ ἐλειτούργει αὐτῷ.

Κεφάλαιο 20

ΚΑΙ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαὶ τῷ ᾿Ιεζραηλίτῃ παρὰ τῇ ἅλῳ ᾿Αχαὰβ βασιλέως Σαμαρείας. 2 καὶ ἐλάλησεν ᾿Αχαὰβ πρὸς Ναβουθαὶ λέγων· δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίζων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἄλλαγμα ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων. 3 καὶ εἶπε Ναβουθαὶ πρὸς ᾿Αχαάβ· μὴ γένοιτό μοι παρὰ Θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί. 4 καὶ ἐγένετο τὸ πνεῦμα ᾿Αχαὰβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψε τὸ πρόσωπον αὐτοῦ καὶ οὐκ ἔφαγεν ἄρτον. 5 καὶ εἰσῆλθεν ᾿Ιεζάβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς αὐτόν· τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον; 6 καὶ εἶπε πρὸς αὐτήν, ὅτι ἐλάλησα πρὸς Ναβουθαὶ τὸν ᾿Ιεζραηλίτην λέγων· δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλῃ, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ᾿ αὐτοῦ· καὶ εἶπεν· οὐ δώσω σοι κληρονομίαν πατέρων μου. 7 καὶ εἶπε πρὸς αὐτὸν ᾿Ιεζάβελ ἡ γυνὴ αὐτοῦ· σὺ νῦν οὕτω ποιεῖς βασιλέα ἐπὶ ᾿Ισραήλ; ἀνάστηθι καὶ φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ, ἐγὼ δὲ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ ᾿Ιεζραηλίτου. 8 καὶ ἔγραψε βιβλίον ἐπὶ τῷ ὀνόματι ᾿Αχαὰβ καὶ ἐσφραγίσατο τῇ σφραγίδι αὐτοῦ καὶ ἀπέστειλε τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί. 9 καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων· νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ· 10 καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξεναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες· ηὐλόγησε Θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν, καὶ ἀποθανέτω. 11 καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῆντες ἐν τῇ πόλει αὐτοῦ, καθὼς ἀπέστειλε πρὸς αὐτοὺς ᾿Ιεζάβελ καὶ καθὰ ἐγέγραπτο ἐν τοῖς βιβλίοις, οἷς ἀπέστειλε πρὸς αὐτούς. 12 καὶ ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ, 13 καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξεναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες· ηὐλόγηκας Θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανε. 14 καὶ ἀπέστειλαν πρὸς ᾿Ιεζάβελ λέγοντες· λελιθοβόληται Ναβουθαὶ καὶ τέθνηκε. 15 καὶ ἐγένετο ὡς ἤκουσεν ᾿Ιεζάβελ, καὶ εἶπε πρὸς ᾿Αχαάβ· ἀνάστα, κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ ᾿Ιεζραηλίτου, ὃς οὐκ ἔδωκέ σοι ἀργυρίου, ὅτι οὐκ ἔστι Ναβουθαὶ ζῶν, ὅτι τέθνηκε. 16 καὶ ἐγένετο ὡς ἤκουσεν ᾿Αχαὰβ ὅτι τέθνηκε Ναβουθαὶ ὁ ᾿Ιεζραηλίτης, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη ᾿Αχαὰβ εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ ᾿Ιεζραηλίτου κληρονομῆσαι αὐτόν.

17 Καὶ εἶπεν Κύριος πρὸς ᾿Ηλιοὺ τὸν Θεσβίτην λέγων· 18 ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν ᾿Αχαὰβ βασιλέως ᾿Ισραὴλ τοῦ ἐν Σαμαρείᾳ, ὅτι οὗτος ἐν ἀμπελῶνι Ναβουθαί, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν. 19 καὶ λαλήσεις πρὸς αὐτὸν λέγων· τάδε λέγει Κύριος· ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει Κύριος· ἐν παντὶ τόπῳ, ᾧ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμα σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. 20 καὶ εἶπεν ᾿Αχαὰβ πρὸς ᾿Ηλιού· εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν· εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου παροργίσαι αὐτόν. 21 ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολοθρεύσω τοῦ ᾿Αχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν ᾿Ισραήλ· 22 καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ ᾿Αχιὰ περὶ τῶν παροργισμάτων, ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν ᾿Ισραήλ. 23 καὶ τῇ ᾿Ιεζάβελ ἐλάλησε Κύριος λέγων· οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι ᾿Ιεζράελ. 24 τὸν τεθνηκότα τοῦ ᾿Αχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ. 25 πλὴν ματαίως ᾿Αχαάβ, ὃς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν ᾿Ιεζάβελ ἡ γυνὴ αὐτοῦ· 26 καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα, ἃ ἐποίησεν ὁ ᾿Αμορραῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ. 27 καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη ᾿Αχαὰβ ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξε τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσε καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξε Ναβουθαὶ τὸν ᾿Ιεζραηλίτην, καὶ ἐπορεύθη, 28 καὶ ἐγένετο ρῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ ᾿Ηλιοὺ περὶ ᾿Αχαάβ, καὶ εἶπε Κύριος· 29 ἑώρακας ὡς κατενύγη ᾿Αχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ᾿ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.

Κεφάλαιο 21

ΚΑΙ συνήθροισεν υἱὸς ῎Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριακονταδύο βασιλεῖς μετ᾿ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾿ αὐτήν. 2 καὶ ἀπέστειλε πρὸς ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ εἰς τὴν πόλιν, καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει υἱὸς ῎Αδερ· 3 τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστι καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι. 4 καὶ ἀπεκρίθη βασιλεὺς ᾿Ισραὴλ καὶ εἶπε· καθὼς ἐλάλησας, κύριέ μου βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά. 5 καὶ ἀνέστρεψαν οἱ ἄγγελοι, καὶ εἶπαν· τάδε λέγει ὁ υἱὸς ῎Αδερ· ἐγὼ ἀπέστειλα πρός σε λέγων· τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα σου δώσεις ἐμοί· 6 ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρός σε, καὶ ἐρευνήσουσι τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, ἐφ᾿ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήψονται. 7 καὶ ἐκάλεσεν ὁ βασιλεὺς ᾿Ισραὴλ πάντας τοὺς πρεσβυτέρους τῆς γῆς καὶ εἶπε· γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκε πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾿ αὐτοῦ. 8 καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός· μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς. 9 καὶ εἶπε τοῖς ἀγγέλοις υἱοῦ ῎Αδερ· λέγετε τῷ κυρίῳ ὑμῶν· πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ρῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῇραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον. 10 καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς ῎Αδερ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου. 11 καὶ ἀπεκρίθη ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ εἶπεν· ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός. 12 καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς οἱ μετ᾿ αὐτοῦ ἐν σκηναῖς καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν. 13 καὶ ἰδοὺ προφήτης εἷς προσῆλθε τῷ ᾿Αχαὰβ βασιλεῖ ᾿Ισραὴλ καὶ εἶπε· τάδε λέγει Κύριος· εἰ ἑώρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖράς σας, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος. 14 καὶ εἶπεν ᾿Αχαάβ· ἐν τίνι; καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν ᾿Αχαάβ· τίς συνάξει τὸν πόλεμον; καὶ εἶπε· σύ. 15 καὶ ἐπεσκέψατο ᾿Αχαὰβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσια τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πάντα υἱὸν δυνάμεως, ἑπτὰ χιλιάδας. 16 καὶ ἐξῆλθε μεσημβρίας· καὶ υἱὸς ῎Αδερ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ᾿ αὐτοῦ. 17 καὶ ἐξῆλθον ἄρχοντες παιδάρια τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσι καὶ ἀπαγγέλλουσι τῷ βασιλεῖ Συρίας λέγοντες· ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας. 18 καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς· 19 καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν 20 ἐπάταξεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ, καὶ ἔφυγε Συρία, καὶ κατεδίωξεν αὐτοὺς ᾿Ισραήλ· καὶ σῴζεται υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἐφ᾿ ἵππου ἱππέως. 21 καὶ ἐξῆλθεν ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ ἔλαβε πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξε πληγὴν μεγάλην ἐν Συρίᾳ. 22 καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα ᾿Ισραὴλ καὶ εἶπε· κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ. 23 καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον· Θεὸς ὀρέων Θεὸς ᾿Ισραὴλ καὶ οὐ Θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾿ εὐθύ, εἰ μὴν κραταιώσωμεν ὑπὲρ αὐτούς. 24 καὶ τὸ ρῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾿ αὐτῶν σατράπας, 25 καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾿ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως. 26 καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς ῎Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς ᾿Αφεκὰ εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ. 27 καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν ᾿Ισραὴλ ἐξεναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησε τὴν γῆν. 28 καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπε τῷ βασιλεῖ ᾿Ισραήλ· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν εἶπε Συρία· Θεὸς ὀρέων Κύριος ὁ Θεὸς ᾿Ισραὴλ καὶ οὐ Θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος. 29 καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν ᾿Ισραὴλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ. 30 καὶ ἔφυγον οἱ κατάλοιποι εἰς ᾿Αφεκὰ εἰς τὴν πόλιν, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς ῎Αδερ ἔφυγε καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος, εἰς τὸ ταμιεῖον. 31 καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οἶδα ὅτι βασιλεῖς ᾿Ισραὴλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα ᾿Ισραήλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν. 32 καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ ᾿Ισραήλ· δοῦλός σου υἱὸς ῎Αδερ λέγει· ζησάτω δὴ ἡ ψυχὴ ἡμῶν. καὶ εἶπεν· εἰ ἔτι ζῇ, ἀδελφός μού ἐστι. 33 καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἐσπείσαντο καὶ ἀνελέξαντο τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον· ἀδελφός σου υἱὸς ῎Αδερ. καὶ εἶπεν· εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθε πρὸς αὐτὸν υἱὸς ῎Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. 34 καὶ εἶπε πρὸς αὐτόν· τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σεαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν.

35 Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ Κυρίου· πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν. 36 καὶ εἶπε πρὸς αὐτόν· ἀνθ᾿ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾿ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν. 37 καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπε· πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψε. 38 καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ ᾿Ισραὴλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο ἐν τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ. 39 καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλεύς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν· ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγε πρός με ἄνδρα καὶ εἶπε πρός με· φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις· 40 καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς ᾿Ισραήλ· ἰδοὺ καὶ τὰ ἔνεδρα παρ᾿ ἐμοὶ ἐφόνευσας. 41 καὶ ἔσπευσε καὶ ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς ᾿Ισραήλ, ὅτι ἐκ τῶν προφητῶν οὗτος. 42 καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. 43 καὶ ἀπῆλθεν ὁ βασιλεὺς ᾿Ισραὴλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.

Κεφάλαιο 22

ΚΑΙ ἐκάθισε τὰ τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον ᾿Ισραήλ. 2 καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα ᾿Ισραήλ. 3 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμὰθ Γαλαάδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας; 4 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἀναβήσῃ μεθ᾿ ἡμῶν εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον; 5 καὶ εἶπεν ᾿Ιωσαφάτ· καθὼς ἐγὼ καὶ σὺ οὕτως, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου. καὶ εἶπεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα ᾿Ισραήλ· ἐπερωτήσατε δὴ σήμερον τὸν Κύριον. 6 καὶ συνήθροισεν ὁ βασιλεὺς ᾿Ισραὴλ πάντας τοὺς προφήτας, ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· εἰ πορευθῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπον· ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 7 καὶ εἶπεν ᾿Ιωσαφὰτ πρὸς βασιλέα ᾿Ισραήλ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπερωτήσομεν τὸν Κύριον δι᾿ αὐτοῦ; 8 καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· εἷς ἐστιν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι δι᾿ αὐτοῦ τὸν Κύριον, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ᾿ ἢ κακά, Μιχαίας υἱὸς ᾿Ιεμβλαά. καὶ εἶπεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα· μὴ λεγέτω ὁ βασιλεὺς οὕτως. 9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς ᾿Ισραὴλ εὐνοῦχον ἕνα καὶ εἶπε· τὸ τάχος Μιχαίαν υἱὸν ᾿Ιεμβλαά. 10 καὶ ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν. 11 καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χανανὰ κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσθῇ. 12 καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες· ἀνάβαινε εἰς Ρεμμὰθ Γαλαάδ, καὶ εὐοδώσει καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας. 13 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά. 14 καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ἃ ἐὰν εἴπῃ Κύριος πρός με, ταῦτα λαλήσω. 15 καὶ ἦλθε πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ ἀναβῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 16 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι Κυρίου; 17 καὶ εἶπε Μιχαίας· οὐχ οὕτως. ἑώρακα πάντα τὸν ᾿Ισραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον, ᾧ οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐ κύριος τούτοις Θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω. 18 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· οὐκ εἶπα πρός σε ὅτι οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ᾿ ἢ κακά; 19 καὶ εἶπε Μιχαίας· οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ρῆμα Κυρίου, οὐχ οὕτως· εἶδον Θεὸν ᾿Ισραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων. 20 καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως. 21 καὶ ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν. 22 καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἐν τίνι; καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καί γε δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτως. 23 καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 24 καὶ προσῆλθε Σεδεκίας υἱὸς Χανανὰ καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπε· ποῖον πνεῦμα Κυρίου τὸ λαλῆσαν ἐν σοί; 25 καὶ εἶπε Μιχαίας· ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμιεῖον τοῦ ταμιείου τοῦ κρυβῆναι ἐκεῖ. 26 καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ ᾿Ιωὰς υἱῷ τοῦ βασιλέως 27 εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 28 καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί. 29 καὶ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα μετ᾿ αὐτοῦ εἰς Ρεμμὰθ Γαλαάδ. 30 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς ᾿Ισραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. 31 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶ λέγων· μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν, ἀλλ᾿ ἢ τὸν βασιλέα ᾿Ισραὴλ μονώτατον. 32 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα, καὶ αὐτοὶ εἶπαν· φαίνεται βασιλεὺς ᾿Ισραὴλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν ᾿Ιωσαφάτ. 33 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστι βασιλεὺς ᾿Ισραὴλ οὗτος, καὶ ἀνέστρεψαν ἀπ᾿ αὐτοῦ. 34 καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα ᾿Ισραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ· ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι. 35 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωΐ ἕως ἑσπέρας καὶ ἐπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος. 36 καὶ ἔστη ὁ στρατοκήρυξ δύοντος τοῦ ἡλίου λέγων· ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν, 37 ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ. 38 καὶ ἀπένιψαν τὸ αἷμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησε. 39 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αχαὰβ καὶ πάντα, ἃ ἐποίησε, καὶ οἶκον ἐλεφάντινον, ὃν ᾠκοδόμησε, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; 40 καὶ ἐκοιμήθη ᾿Αχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

41 Καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Ασὰ ἐβασίλευσεν ἐπὶ ᾿Ιούδαν· ἐν ἔτει τετάρτῳ τοῦ ᾿Αχαὰβ βασιλέως ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Ιωσαφάτ. 42 υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αζουβὰ θυγάτηρ Σαλαΐ. 43 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου· 44 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 45 καὶ εἰρήνευσεν ᾿Ιωσαφὰτ μετὰ βασιλέως ᾿Ισραήλ. 46 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωσαφὰτ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων ᾿Ιούδα;* 51 καὶ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

52 Καὶ ᾿Οχοζίας υἱὸς ᾿Αχαὰβ ἐβασίλευεν ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα· καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. 53 καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ ᾿Αχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ ᾿Ιεζάβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 54 καὶ ἐδούλευσε τοῖς Βααλὶμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισε τὸν Κύριον Θεὸν ᾿Ισραήλ, κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.

——————————————

* 47 Καὶ περισσὸν τοῦ ἐνδιηλλαγμένου, ὃ ὑπελείφθη ἐν ἡμέραις ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ, ἐπέλεξεν ἀπὸ τῆς γῆς. 48 καὶ βασιλεὺς οὐκ ἦν ἐν ᾿Εδὲμ ἐστηλωμένος. καὶ ὁ βασιλεὺς 49 ᾿Ιωσαφὰτ ἐποίησε νῆας εἰς Θαρσὶς τοῦ πορευθῆναι ᾿Ωφέρδε εἰς χρυσίον, καὶ οὐκ ἐπορεύθησαν, ὅτι συνετρίβησαν νῆες ἐν ᾿Ασεὼν Γαβέρ. 50 τότε εἶπε ᾿Οχοζίας υἱὸς ᾿Αχαὰβ πρὸς ᾿Ιωσαφάτ· πορευθήτωσαν δοῦλοί μου μετὰ τῶν δούλων σου ταῖς ναυσί· καὶ οὐκ ἠθέλησεν ᾿Ιωσαφάτ.


Εκτύπωση   Ηλεκτρονικό ταχυδρομείο

Publish modules to the "offcanvs" position.